Loading...

 

Διογένης ὁ Λαέρτιος (Βίοι φιλοσόφων)

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων καὶ τῶν ἐν ἑκάστῃ αἱρέσει ἀρεσκόντων

Ἀριστοτέλης Νικομάχου καὶ Φαιστίδος Σταγειρίτης

Ὁ δὲ Νικόμαχος ἦν ἀπὸ Νικομάχου τοῦ Μαχάονος τοῦ Ἀσκληπιοῦ, καθά φησιν Ἕρμιππος ἐν τῷ Περὶ Ἀριστοτέλους· καὶ συνεβίου Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ ἰατροῦ καὶ φίλου χρείᾳ. οὗτος γνησιώτατος τῶν Πλάτωνος μαθητῶν, τραυλὸς τὴν φωνήν, ὥς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων· ἀλλὰ καὶ ἰσχνοσκελής, φασίν, ἦν καὶ μικρόμματος ἐσθῆτί τ᾿ ἐπισήμῳ χρώμενος καὶ δακτυλίοις καὶ κουρᾷ. ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος τῆς παλλακῆς, ὥς φησι Τιμόθεος.

Ἀπέστη δὲ Πλάτωνος ἔτι περιόντος· ὥστε φασὶν ἐκεῖνον εἰπεῖν, «Ἀριστοτέλης ἡμᾶς ἀπελάκτισε καθαπερεὶ τὰ πωλάρια γεννηθέντα τὴν μητέρα.» φησὶ δ᾿ Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημείᾳ σχολῆς Ξενοκράτης· ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπ᾿ ἄλλῳ τὴν σχολήν, ἑλέσθαι περίπατον τὸν ἐν Λυκείῳ καὶ μέχρι μὲν ἀλείμματος ἀνακάμπτοντα τοῖς μαθηταῖς συμφιλοσοφεῖν· ὅθεν περιπατητικὸν προσαγορευθῆναι. οἱ δ᾿, ὅτι ἐκ νόσου περιπατοῦντι Ἀλεξάνδρῳ συμπαρὼν διελέγετο ἄττα.

Ἐπειδὴ δὲ πλείους ἐγίνοντο ἤδη, καὶ ἐκάθισεν εἰπών· «αἰσχρὸν σιωπᾶν», Ξενοκράτη δ᾿ ἐᾶν λέγειν. καὶ πρὸς θέσιν συνεγύμναζε τοὺς μαθητάς, ἅμα καὶ ῥητορικῶς ἐπασκῶν. ἔπειτα μέντοι ἀπῆρε πρὸς Ἑρμίαν τὸν εὐνοῦχον, Ἀταρνέως ὄντα τύραννον· ὃν οἱ μέν φασι παιδικὰ γενέσθαι αὐτοῦ, οἱ δὲ καὶ κηδεῦσαι αὐτῷ δόντα τὴν θυγατέρα ἢ ἀδελφιδῆν, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων· ὃς καὶ δοῦλον Εὐβούλου φησὶ γενέσθαι τὸν Ἑρμίαν, γένει Βιθυνὸν ὄντα καὶ τὸν δεσπότην ἀνελόντα. Ἀρίστιππος δ᾿ ἐν τῷ πρώτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν ἐρασθῆναι τὸν Ἀριστοτέλην παλλακίδος τοῦ Ἑρμίου. τοῦ δὲ συγχωρήσαντος ἔγημέ τ᾿ αὐτὴν καὶ ἔθυεν ὑπερχαίρων τῷ γυναίῳ, ὡς Ἀθηναῖοι τῇ Ἐλευσινίᾳ Δήμητρι· τῷ τε Ἑρμίᾳ παιᾶνα ἔγραψεν, ὃς ἔνδον γέγραπται. ἐντεῦθέν τε γενέσθαι ἐν Μακεδονίᾳ παρὰ Φιλίππῳ καὶ λαβεῖν μαθητὴν παρ᾿ αὐτοῦ τὸν υἱὸν Ἀλέξανδρον, καὶ αἰτῆσαι ἀναστῆσαι αὐτοῦ τὴν πατρίδα κατασκαφεῖσαν ὑπὸ Φιλίππου καὶ τυχεῖν. οἷς καὶ νόμους θεῖναι. ἀλλὰ καὶ ἐν τῇ σχολῇ νομοθετεῖν μιμούμενον Ξενοκράτην, ὥστε κατὰ δέκα ἡμέρας ἄρχοντα ποιεῖν. ἐπειδὴ δ᾿ ἐδόκει ἐπιεικῶς αὐτῷ συγγεγενῆσθαι Ἀλεξάνδρῳ, ἀπῆρεν εἰς Ἀθήνας, συστήσας αὐτῷ τὸν συγγενῆ Καλλισθένην τὸν Ὀλύνθιον· ὃν καὶ παῤῥησιαστικώτερον λαλοῦντα τῷ βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῷ φασιν ἐπιπλήξαντα εἰπεῖν· «ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ᾿ ἀγορεύεις». καὶ δὴ καὶ ἐγένετο. δόξας γὰρ Ἑρμολάῳ συμμετεσχηκέναι τῆς εἰς Ἀλέξανδρον ἐπιβουλῆς ἐν σιδηρᾷ περιήγετο γαλεάγρᾳ, φθειριῶν καὶ ἀκόμιστος· καὶ τέλος λέοντι παραβληθείς, οὕτω κατέστρεψεν.

Ὁ δ᾿ οὖν Ἀριστοτέλης ἐλθὼν εἰς τὰς Ἀθήνας καὶ τρία πρὸς τοῖς δέκα τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμίαν, ἀλλὰ καὶ ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον·

«τόνδε ποτ᾿ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν
ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς,
οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας,
ἀλλ᾿ ἀνδρὸς πίστει χρησάμενος δολίου».

Ἐνταῦθα δὴ πιὼν ἀκόνιτον ἐτελεύτησεν, ὥς φησιν Εὔμηλος ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν, βιοὺς ἔτη ἑβδομήκοντα. ὁ δ᾿ αὐτός φησιν αὐτὸν καὶ Πλάτωνι τριακοντούτην συστῆναι, διαπίπτων· βεβίωκε γὰρ τρία μὲν πρὸς τοῖς ἑξήκοντα, Πλάτωνι δὲ ἑπτακαιδεκέτης συνέστη.

Ὁ δὲ ὕμνος ἔχει τοῦτον τὸν τρόπον·

ἀρετά, πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς πέρι, παρθένε, μορφᾶς
καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
τοῖον ἐπὶ φρένα βάλλεις
καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρεῖσσον
καὶ γονέων μαλακαυγήτοιό θ᾿ ὕπνου.
σεῦ δ᾿ ἕνεχ᾿ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
πόλλ᾿ ἀνέτλασαν ἔργοις
σὰν ἀγρεύοντες δύναμιν.
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾿ Ἀίδαο δόμους ἦλθον·
σᾶς δ᾿ ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος
ἔντροφος ἀελίου χήρωσεν αὐγάς.
τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τε μιν αὐξήσουσι Μοῦσαι,
Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
φιλίας τε γέρας βεβαίου.

Ἔστι δ᾿ οὖν καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον·
Εὐρυμέδων ποτ᾿ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας
γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος,
ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτ᾿ ἀκονιτὶ
ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.

Τοῦτον πρῶτον Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν ἐπ᾿ αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν
«ὄγχνη ἐπ᾿ ὄγχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ».

Φησὶ δ᾿ Ἀπολλόδωρος ἐν Χρονικοῖς γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρῖψαι παρ᾿ αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτη συστάντα· καὶ εἴς [τε] Μυτιλήνην ἐλθεῖν ἐπ᾿ ἄρχοντος Εὐβούλου τῷ τετάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεοφίλου, πρὸς Ἑρμίαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία· ἐπὶ Πυθοδότου δ᾿ ἐλθεῖν πρὸς Φίλιππον τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος. εἰς δ᾿ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα. εἶτ᾿ ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρίᾳ, ἐπὶ Φιλοκλέους. λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῷ βασιλεῖ· κἀκεῖνον ἐπὶ τῷ τοῦτον λυπῆσαι Ἀναξιμένην μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα.

Ἀπέσκωψε δ᾿ εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεόκριτος ὁ Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου·
Ἑρμίου εὐνούχου ἠδ᾿ Εὐβούλου ἅμα δούλου
σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης,
ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν
ἀντ᾿ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών·
«οὐδ᾿ ἄρ᾿ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς».

Καὶ οὗτος μὲν ὁ βίος τοῦ φιλοσόφου. ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν οὕτω πως ἐχούσαις· «Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ, τάδε διέθετο Ἀριστοτέλης· ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον· ἕως δ᾿ ἂν Νικάνωρ καταλάβῃ, ἐπιμελεῖσθαι Ἀριστομένην, Τίμαρχον, Ἵππαρχον, Διοτέλην, Θεόφραστον ἐὰν βούληται καὶ ἐνδέχηται αὐτῷ, τῶν τε παιδίων καὶ Ἑρπυλλίδος καὶ τῶν καταλελειμμένων. καὶ ὅταν ὥρα ᾖ τῇ παιδί, ἐκδόσθαι αὐτὴν Νικάνορι· ἐὰν δὲ τῇ παιδὶ συμβῇ τι – ὃ μὴ γένοιτο οὐδὲ ἔσται – πρὸ τοῦ γήμασθαι ἢ ἐπειδὰν γήμηται, μήπω παιδίων ὄντων, Νικάνωρ κύριος ἔστω καὶ περὶ τοῦ παιδίου καὶ περὶ τῶν ἄλλων διοικεῖν ἀξίως καὶ αὐτοῦ καὶ ἡμῶν. ἐπιμελείσθω δὲ Νικάνωρ καὶ τῆς παιδὸς καὶ τοῦ παιδὸς Νικομάχου, ὅπως ἂν ἀξιοῖ τὰ περὶ αὐτῶν, ὡς καὶ πατὴρ ὢν καὶ ἀδελφός. ἐὰν δέ τι πρότερον συμβῇ Νικάνορι – ὃ μὴ γένοιτο – ἢ πρὸ τοῦ λαβεῖν τὴν παῖδα ἢ ἐπειδὰν λάβῃ, μήπω παιδίων ὄντων, ἐὰν μέν τι ἐκεῖνος τάξῃ, ταῦτα κύρια ἔστω· ἐὰν δὲ βούληται Θεόφραστος εἶναι μετὰ τῆς παιδός, καθάπερ πρὸς Νικάνορα· εἰ δὲ μή, τοὺς ἐπιτρόπους βουλευομένους μετ᾿ Ἀντιπάτρου καὶ περὶ τῆς παιδὸς καὶ περὶ τοῦ παιδίου διοικεῖν ὅπως ἂν αὐτοῖς δοκῇ ἄριστα εἶναι. ἐπιμελεῖσθαι δὲ τοὺς ἐπιτρόπους καὶ Νικάνορα μνησθέντας ἐμοῦ καὶ Ἑρπυλλίδος, ὅτι σπουδαία περὶ ἐμὲ ἐγένετο, τῶν τε ἄλλων καὶ ἐὰν βούληται ἄνδρα λαμβάνειν, ὅπως μὴ ἀναξίως ἡμῶν δοθῇ. δοῦναι δ᾿ αὐτῇ πρὸς τοῖς πρότερον δεδομένοις καὶ ἀργυρίου τάλαντον ἐκ τῶν καταλελειμμένων καὶ θεραπαίνας τρεῖς, ἐὰν βούληται, καὶ τὴν παιδίσκην ἣν ἔχει καὶ παῖδα τὸν Πυῤῥαῖον· καὶ ἐὰν μὲν ἐν Χαλκίδι βούληται οἰκεῖν, τὸν ξενῶνα τὸν πρὸς τῷ κήπῳ· ἐὰν δὲ ἐν Σταγείροις, τὴν πατρῴαν οἰκίαν. ὁποτέραν δ᾿ ἂν τούτων βούληται, κατασκευάσαι τοὺς ἐπιτρόπους σκεύεσιν οἷς ἂν δοκῇ κἀκείνοις καλῶς ἔχειν καὶ Ἑρπυλλίδι ἱκανῶς. ἐπιμελείσθω δὲ Νικάνωρ καὶ Μύρμηκος τοῦ παιδίου, ὅπως ἀξίως ἡμῶν τοῖς ἰδίοις ἐπικομισθῇ σὺν τοῖς ὑπάρχουσιν ἃ εἰλήφαμεν αὐτοῦ. εἶναι δὲ καὶ Ἀμβρακίδα ἐλευθέραν καὶ δοῦναι αὐτῇ, ὅταν ἡ παῖς ἐκδοθῇ, πεντακοσίας δραχμὰς καὶ τὴν παιδίσκην ἣν ἔχει. δοῦναι δὲ καὶ Θαλῇ πρὸς τῇ παιδίσκῃ ἣν ἔχει, τῇ ὠνηθείσῃ, χιλίας δραχμὰς καὶ παιδίσκην· καὶ Σίμωνι χωρὶς τοῦ πρότερον ἀργυρίου αὐτῷ δοθέντος εἰς παῖδ᾿ ἄλλον, ἢ παῖδα πρίασθαι ἢ ἀργύριον ἐπιδοῦναι. Τύχωνα δ᾿ ἐλεύθερον εἶναι, ὅταν ἡ παῖς ἐκδοθῇ, καὶ Φίλωνα καὶ Ὀλύμπιον καὶ τὸ παιδίον αὐτοῦ. μὴ πωλεῖν δὲ τῶν παίδων μηδένα τῶν ἐμὲ θεραπευόντων, ἀλλὰ χρῆσθαι αὐτοῖς· ὅταν δ᾿ ἐν ἡλικίᾳ γένωνται, ἐλευθέρους ἀφεῖναι κατ᾿ ἀξίαν. ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐκδεδομένων εἰκόνων παρὰ Γρυλλίωνα, ὅπως ἐπιτελεσθεῖσαι ἀνατεθῶσιν, ἥ τε Νικάνορος καὶ ἡ Προξένου, ἣν διενοούμην ἐκδοῦναι, καὶ ἡ τῆς μητρὸς τῆς Νικάνορος· καὶ τὴν Ἀριμνήστου τὴν πεποιημένην ἀναθεῖναι, ὅπως μνημεῖον αὐτοῦ ᾖ, ἐπειδὴ ἄπαις ἐτελεύτησε· καὶ τὴν τῆς μητρὸς τῆς ἡμετέρας τῇ Δήμητρι ἀναθεῖναι εἰς Νεμέαν ἢ ὅπου ἂν δοκῇ. ὅπου δ᾿ ἂν ποιῶνται τὴν ταφήν, ἐνταῦθα καὶ τὰ Πυθιάδος ὀστᾶ ἀνελόντας θεῖναι, ὥσπερ αὐτὴ προσέταξεν· ἀναθεῖναι δὲ καὶ Νικάνορα σωθέντα, ἣν εὐχὴν ὑπὲρ αὐτοῦ ηὐξάμην. ζῷα λίθινα τετραπήχη Διὶ σωτῆρι καὶ Ἀθηνᾷ σωτείρᾳ ἐν Σταγείροις.»

Τοῦτον ἴσχουσιν αὐτῷ αἱ διαθῆκαι τὸν τρόπον. λέγεται δὲ καὶ λοπάδας αὐτοῦ πλείστας εὑρῆσθαι· καὶ Λύκωνα λέγειν ὡς ἐν πυέλῳ θερμοῦ ἐλαίου λούοιτο καὶ τοὔλαιον διαπωλοῖτο. ἔνιοι δὲ καὶ ἀσκίον θερμοῦ ἐλαίου ἐπιτιθέναι αὐτὸν τῷ στομάχῳ φασί· καὶ ὁπότε κοιμῷτο, σφαῖραν χαλκῆν βάλλεσθαι αὐτῷ εἰς τὴν χεῖρα λεκάνης ὑποκειμένης, ἵν᾿ ἐκπεσούσης τῆς σφαίρας εἰς τὴν λεκάνην ὑπὸ τοῦ ψόφου ἐξέγροιτο.


Ἀναφέρεται δ᾿ εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα ταυτί. ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, «ὅταν,» ἔφη, «λέγωσιν ἀλήθειαν, μὴ πιστεύεσθαι.» ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, «οὐ τὸν τρόπον,» εἶπεν «ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα.» συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος [ἀέρος] λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. πολλάκις δὲ καὶ ἀποτεινόμενος τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους· ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις δὲ μή.

Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, «χάρις,» ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, «ἐγρηγορότος,» εἶπεν, «ἐνύπνιον.» Διογένους ἰσχάδ᾿ αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε «μέγας Διογένης,» ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, «ἀπόντα με,» ἔφη, «καὶ μαστιγούτω.» τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον. οἱ δὲ τοῦτο μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ δῶρον εἰπεῖν εὐμορφίαν· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, «ὅσῳ,» εἶπεν, «οἱ ζῶντες τῶν τεθνεώτων.» τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν. τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, «οὐ τοῦτο,» ἔφη, «δεῖ σκοπεῖν, ἀλλ᾿ ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν.» ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, «μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα.» τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους. πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, «τυφλοῦ,» ἔφη, «τὸ ἐρώτημα.» ἐρωτηθεὶς τί ποτ᾿ αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, «τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν.» ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, «ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι.» πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, «μήτι σου κατεφλυάρησα;» «μὰ Δί᾿,» εἶπεν· «οὐ γάρ σοι προσεῖχον.» πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς – φέρεται γὰρ καὶ οὕτως – »οὐ τῷ ἀνθρώπῳ,» φησίν, «ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ.» ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, «ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι.» τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατ᾿ ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, «ᾧ φίλοι οὐδεὶς φίλος»· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἃ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·

  1. Περὶ δικαιοσύνης α΄ β΄ γ΄ δ΄,
  2. Περὶ ποιητῶν α΄ β΄ γ΄,
  3. Περὶ φιλοσοφίας α΄ β΄ γ΄,
  4. Περὶ πολιτικοῦ α΄ β΄,
  5. Περὶ ῥητορικῆς ἢ Γρῦλος α΄,
  6. Νήρινθος α΄,
  7. Σοφιστὴς α΄,
  8. Μενέξενος α΄,
  9. Ἐρωτικὸς α΄,
  10. Συμπόσιον α΄,
  11. Περὶ πλούτου α΄,
  12. Προτρεπτικὸς α΄,
  13. Περὶ ψυχῆς α΄,
  14. Περὶ εὐχῆς α΄,
  15. Περὶ εὐγενείας α΄,
  16. Περὶ ἡδονῆς α΄,
  17. Ἀλέξανδρος ἢ ὑπὲρ ἀποίκων α΄,
  18. Περὶ βασιλείας α΄,
  19. Περὶ παιδείας α΄,
  20. Περὶ τἀγαθοῦ α΄ β΄ γ΄,
  21. Τὰ ἐκ τῶν νόμων Πλάτωνος α΄ β΄ γ΄,
  22. Τὰ ἐκ τῆς πολιτείας α΄ β΄,
  23. Περὶ οἰκονομίας α΄,
  24. Περὶ φιλίας α΄,
  25. Περὶ τοῦ πάσχειν ἢ πεπονθέναι α΄,
  26. Περὶ ἐπιστημῶν α΄,
  27. Περὶ ἐριστικῶν α΄ β΄,
  28. Λύσεις ἐριστικαὶ δ΄,
  29. Διαιρέσεις σοφιστικαὶ δ΄,
  30. Περὶ ἐναντίων α΄,
  31. Περὶ εἰδῶν καὶ γενῶν α΄,
  32. Περὶ ἰδίων α΄,
  33. Ὑπομνήματα ἐπιχειρηματικὰ γ΄,
  34. Προτάσεις περὶ ἀρετῆς α΄ β΄,
  35. Ἐνστάσεις α΄,
  36. Περὶ τῶν ποσαχῶς λεγομένων ἢ κατὰ πρόσθεσιν α΄,
  37. Περὶ παθῶν ἢ περὶ ὀργῆς α΄,
  38. Ἠθικῶν α΄ β΄ γ΄ δ΄ ε΄,
  39. Περὶ στοιχείων α΄ β΄ γ΄,
  40. Περὶ ἐπιστήμης α΄,
  41. Περὶ ἀρχῆς α΄,
  42. Διαιρέσεις ιζ΄,
  43. Διαιρετικὸν α΄,
  44. Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως α΄ β΄,
  45. Περὶ κινήσεως α΄,
  46. Προτάσεις α΄,
  47. Προτάσεις ἐριστικαὶ α΄,
  48. Συλλογισμοὶ α΄,
  49. Προτέρων ἀναλυτικῶν α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄ η΄ θ΄,
  50. Ἀναλυτικῶν ὑστέρων μεγάλων α΄ β΄,
  51. Περὶ προβλημάτων α΄,
  52. Μεθοδικὰ α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄ η΄,
  53. Περὶ τοῦ βελτίονος α΄,
  54. Περὶ τῆς ἰδέας α΄,
  55. Ὅροι πρὸ τῶν τοπικῶν α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄,
  56. Συλλογισμῶν α΄ β΄,
  57. Συλλογιστικὸν καὶ ὅροι α΄,
  58. Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος α΄,
  59. Τὰ πρὸ τῶν τόπων α΄,
  60. Τοπικῶν πρὸς τοὺς ὅρους α΄ β΄,
  61. Πάθη α΄,
  62. Διαιρετικὸν α΄,
  63. Μαθηματικὸν α΄,
  64. Ὁρισμοὶ ιγ΄,
  65. Ἐπιχειρημάτων α΄ β΄,
  66. Περὶ ἡδονῆς α΄,
  67. Προτάσεις α΄,
  68. Περὶ ἑκουσίου α΄,
  69. Περὶ καλοῦ α΄,
  70. Θέσεις ἐπιχειρηματικαὶ κε΄,
  71. Θέσεις ἐρωτικαὶ δ΄,
  72. Θέσεις φιλικαὶ β΄,
  73. Θέσεις περὶ ψυχῆς α΄,
  74. Πολιτικὰ β΄,
  75. Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄ η΄,
  76. Περὶ δικαίων α΄ β΄,
  77. Τεχνῶν συναγωγὴ α΄ β΄,
  78. Τέχνης ῥητορικῆς α΄ β΄,
  79. Τέχνη α΄,
  80. Ἄλλη τέχνη α΄ β΄,
  81. Μεθοδικὸν α΄,
  82. Τέχνης τῆς Θεοδέκτου συναγωγὴ α΄,
  83. Πραγματεία τέχνης ποιητικῆς α΄ β΄,
  84. Ἐνθυμήματα ῥητορικὰ α΄,
  85. Περὶ μεγέθους α΄,
  86. Ἐνθυμημάτων διαιρέσεις α΄,
  87. Περὶ λέξεως α΄ β΄,
  88. Περὶ συμβουλίας α΄,
  89. Συναγωγῆς α΄ β΄,
  90. Περὶ φύσεως α΄ β΄ γ΄,
  91. Φυσικὸν α΄,
  92. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α΄ β΄ γ΄,
  93. Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α΄,
  94. Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α΄,
  95. Πρὸς τὰ Μελίσσου α΄,
  96. Πρὸς τὰ Ἀλκμαίωνος α΄,
  97. Πρὸς τοὺς Πυθαγορείους α΄,
  98. Πρὸς τὰ Γοργίου α΄,
  99. Πρὸς τὰ Ξενοφάνους α΄,
  100. Πρὸς τὰ Ζήνωνος α΄,
  101. Περὶ τῶν Πυθαγορείων α΄,
  102. Περὶ ζῴων α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄ η΄ θ΄,
  103. Ἀνατομῶν α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄ ζ΄ η΄,
  104. Ἐκλογὴ ἀνατομῶν α΄,
  105. Ὑπὲρ τῶν συνθέτων ζῴων α΄,
  106. Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α΄,
  107. Ὑπὲρ τοῦ μὴ γεννᾶν α΄,
  108. Περὶ φυτῶν α΄ β΄,
  109. Φυσιογνωμονικὸν α΄,
  110. Ἰατρικὰ β΄,
  111. Περὶ μονάδος α΄,
  112. Σημεῖα χειμώνων α΄,
  113. Ἀστρονομικὸν α΄,
  114. Ὀπτικὸν α΄,
  115. Περὶ κινήσεως α΄,
  116. Περὶ μουσικῆς α΄,
  117. Μνημονικὸν α΄,
  118. Ἀπορημάτων Ὁμηρικῶν α΄ β΄ γ΄ δ΄ ε΄ ϛ΄,
  119. Ποιητικὰ α΄,
  120. Φυσικῶν κατὰ στοιχεῖον λη΄,
  121. Ἐπιτεθεαμένων προβλημάτων α΄ β΄,
  122. Ἐγκυκλίων α΄ β΄,
  123. Μηχανικὸν α΄,
  124. Προβλήματα ἐκ τῶν Δημοκρίτου β΄,
  125. Περὶ τῆς λίθου α΄,
  126. Παραβολαὶ α΄,
  127. Ἄτακτα ιβ΄,
  128. Ἐξηγημένα κατὰ γένος ιδ΄,
  129. Δικαιώματα α΄,
  130. Ὀλυμπιονῖκαι α΄,
  131. Πυθιονῖκαι α΄,
  132. Περὶ μουσικῆς α΄,
  133. Πυθικὸς α΄,
  134. Πυθιονικῶν ἔλεγχοι α΄,
  135. Νῖκαι Διονυσιακαὶ α΄,
  136. Περὶ τραγῳδιῶν α΄,
  137. Διδασκαλίαι α΄,
  138. Παροιμίαι α΄,
  139. Νόμοι συσσιτικοὶ α΄,
  140. Νόμων α΄ β΄ γ΄ δ΄,
  141. Κατηγοριῶν α΄,
  142. Περὶ ἑρμηνείας α΄,
  143. Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξ΄· κατ᾿ εἴδη· δημοκρατικαί, ὀλιγαρχικαί, τυραννικαί, ἀριστοκρατικαί,
  144. Ἐπιστολαὶ πρὸς Φίλιππον,
  145. Σηλυμβρίων ἐπιστολαί,
  146. Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ΄,
  147. Πρὸς Ἀντίπατρον θ΄,
  148. Πρὸς Μέντορα α΄,
  149. Πρὸς Ἀρίστωνα α΄,
  150. Πρὸς Ὀλυμπιάδα α΄,
  151. Πρὸς Ἡφαιστίωνα α΄,
  152. Πρὸς Θεμισταγόραν α΄,
  153. Πρὸς Φιλόξενον α΄,
  154. Πρὸς Δημόκριτον α΄,
  155. Ἔπη ὧν ἀρχή· Ἁγνὲ θεῶν πρέσβισθ᾿ ἑκατηβόλε.
  156. Ἐλεγεῖα ὧν ἀρχή· Καλλιτέκνου μητρὸς θύγατερ.

Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.

Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὡς ὅλου μέρος, ἀλλ᾿ ὡς ὄργανον προσηκριβωμένον. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν. πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε Τοπικὰ καὶ Μεθοδικὰ παρέδωκε καὶ προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν· πρὸς δὲ τὴν κρίσιν τὰ Ἀναλυτικὰ πρότερα καὶ ὕστερα. διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως, ἐριστικά τε καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν [καὶ] τῶν ὁμοίων τούτοις. κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο· τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους τὸν νοῦν.

Τέλος δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σώμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτός, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ κἂν ἐν πόνοις ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ σώμα. τάς τ᾿ ἀρετὰς ἔφη μὴ ἀντακολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ ὁμοίως δίκαιον ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. ἔφη δὲ τὸν σοφὸν ἀπαθῆ μὲν μὴ εἶναι, μετριοπαθῆ δέ.

Τήν τε φιλίαν ὡρίζετο ἰσότητα εὐνοίας ἀντιστρόφου· ταύτης δὲ τὴν μὲν εἶναι συγγενικήν, τὴν δὲ ἐρωτικήν, τὴν δὲ ξενικήν. εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλ[οσοφ]ίας. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύσεσθαι, γαμήσειν τε μὴν καὶ βασιλεῖ συμβιώσεσθαι. βίων τε τριῶν ὄντων, θεωρητικοῦ, πρακτικοῦ, ἡδονικοῦ, τὸν θεωρητικὸν προέκρινεν. εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν.

Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος πάντων ἐγένετο μάλιστα, ὥστε καὶ περὶ τῶν ἐλαχίστων τὰς αἰτίας ἀποδιδόναι· διόπερ καὶ οὐκ ὀλίγα βιβλία συνέγραψε φυσικῶν ὑπομνημάτων. τὸν δὲ θεὸν ἀσώματον ἀπέφαινε, καθὰ καὶ ὁ Πλάτων. διατείνειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δ᾿ ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα συμπάθειαν οἰκονομεῖσθαι. εἶναι δὲ παρὰ τὰ τέτταρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι. ἀλλοίαν δ᾿ αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. καὶ τὴν ψυχὴν δὲ ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην σώματος [γὰρ] φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. διττὴ δ᾿ ἐστὶν αὕτη κατ᾿ αὐτόν. λέγει δ᾿ ἐντελέχειαν ἧς ἐστιν εἶδός τι ἀσώματον. ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ ὁ Ἑρμῆς ἐπιτηδειότητα ἔχοντι ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθ᾿ ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος. σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. ὀργανικοῦ δὲ εἶπε, τούτεστι πρός τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ.

Τὸ δυνάμει δὲ διττόν, ἢ καθ᾿ ἕξιν ἢ κατ᾿ ἐνέργειαν· κατ᾿ ἐνέργειαν μέν, ὡς ὁ ἐγρηγορὼς λέγεται ψυχὴν ἔχειν· καθ᾿ ἕξιν δ᾿, ὡς ὁ καθεύδων. ἵν᾿ οὖν καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκε.

Πολλὰ δὲ καὶ ἄλλα περὶ πολλῶν ἀπεφήνατο, ἅπερ μακρὸν ἂν εἴη καταριθμεῖσθαι. τοῖς γὰρ ὅλοις φιλοπονώτατος ἐγένετο καὶ εὑρετικώτατος, ὡς δῆλον ἐκ τῶν προγεγραμμένων συγγραμμάτων, ἃ τὸν ἀριθμὸν ἐγγὺς ἥκει τῶν τετρακοσίων, τὰ ὅσα γε ἀναμφί- λεκτα· πολλὰ γὰρ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρεται συγγράμματ᾿ αὐτοῦ καὶ ἀποφθέγματα, ἀγράφου φωνῆς εὐστοχήματα.

Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος ὁ πολιτευσάμενος Ἀθήνησιν, οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες· τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος· τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς· πέμπτος ὁ ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος· ἕκτος Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς· ἕβδομος παιδοτρίβης, οὗ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ· ὄγδοος γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ.

Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.