Loading...

ΑΠΑΝΤΑ

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΑΡΧΙΚΗ - ΠΕΡΙΕΧΟΜΕΝΑ

 

Αἱ Πραγματεῖαι

Κατάταξη κατὰ μέγεθος

  1. Κατηγορίαι (Categoriæ) καὶ σὲ 22 σ. pdf doc epub
    «Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον· τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει. ...»

  2. Περὶ ἑρμηνείας (De interpretatione) καὶ σὲ 12 σ. pdf doc epub
    «Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα, ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ. ...»

  3. Ἀναλυτικὰ πρότερα (Analytica priora) καὶ σὲ 62 σ. pdf doc epub
    «Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς· εἶτα διορίσαι τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός, καὶ ποῖος τέλειος καὶ ποῖος ἀτελής, μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι τόδε τῷδε, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι. ...»

  4. Ἀναλυτικὰ ὔστερα (Analytica posteriora) καὶ σὲ 38 σ. pdf doc epub
    «Πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως. Φανερὸν δὲ τοῦτο θεωροῦσιν ἐπὶ πασῶν· αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου παραγίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν. ...»

  5. Τοπικά (Topica) καὶ σὲ 86 σ. pdf doc epub
    «Ἡ μὲν πρόθεσις τῆς πραγματείας μέθοδον εὑρεῖν ἀφ᾿ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος προβλήματος ἐξ ἐνδόξων, καὶ αὐτοὶ λόγον ὑπέχοντες μηθὲν ἐροῦμεν ὑπεναντίον. Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμὸς καὶ τίνες αὐτοῦ διαφοραί, ὅπως ληφθῇ ὁ διαλεκτικὸς συλλογισμός· τοῦτον γὰρ ζητοῦμεν κατὰ τὴν προκειμένην πραγματείαν. ...»

  6. Περὶ σοφιστικῶν ἐλέγχων (Sophistici elenchi) καὶ σέ 30 σ. pdf doc epub
    «Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλ᾿ οὐκ ἐλέγχων, λέγωμεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ᾿ οὐκ ὄντες δοκοῦσι, φανερόν. ...»

  7. Ῥητορική (Rhetorica) καὶ σέ 94 σ. pdf doc epub
    «Ἡ ῥητορική ἐστιν ἀντίστροφος τῇ διαλεκτικῇ· ἀμφότεραι γὰρ περὶ τοιούτων τινῶν εἰσιν ἃ κοινὰ τρόπον τινὰ ἁπάντων ἐστὶ γνωρίζειν καὶ οὐδεμιᾶς ἐπιστήμης ἀφωρισμένης· διὸ καὶ πάντες τρόπον τινὰ μετέχουσιν ἀμφοῖν· πάντες γὰρ μέχρι τινὸς καὶ ἐξετάζειν καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι καὶ κατηγορεῖν ἐγχειροῦσιν ...»

  8. Περὶ ποιητικῆς (Poetica) καὶ σὲ 21 σ. pdf doc epub
    «Περὶ ποιητικῆς αὐτῆς τε καὶ τῶν εἰδῶν αὐτῆς, ἥν τινα δύναμιν ἕκαστον ἔχει, καὶ πῶς δεῖ συνίστασθαι τοὺς μύθους εἰ μέλλει καλῶς ἕξειν ἡ ποίησις, ἔτι δὲ ἐκ πόσων καὶ ποίων ἐστὶ μορίων, ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα τῆς αὐτῆς ἐστι μεθόδου, λέγωμεν ἀρξάμενοι κατὰ φύσιν πρῶτον ἀπὸ τῶν πρώτων. ...»

  9. Πρώτη φιλοσοφία (Μετὰ τὰ φυσικά) (Meta ta physica) καὶ σὲ 120 σ. pdf doc epub
    «Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. Σημεῖον δ' ἡ τῶν αἰσθήσεων ἀγάπησις· καὶ γὰρ χωρὶς τῆς χρείας ἀγαπῶνται δι' αὑτάς, καὶ μάλιστα τῶν ἄλλων ἡ διὰ τῶν ὀμμάτων. ...»

  10. Περὶ ψυχῆς (De anima) καὶ σὲ 39 σ. pdf doc epub
    «Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ' ἑτέραν ἑτέρας ἢ κατ' ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, δι' ἀμφότερα ταῦτα τὴν περὶ τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν. ...»

  11. Περὶ ψυχῆς, ἀναθεώρησις καὶ σὲ 6 σ. pdf doc epub
    «Ἐπεὶ δὲ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ' ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ἀρχῆς πάλιν ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος· ...»

  12. Περὶ πνεύματος (De spiritu) καὶ σὲ 6 σ. pdf doc epub
    «Τίς ἡ τοῦ ἐμφύτου πνεύματος διαμονή, καὶ τίς ἡ αὔξησις; ὁρῶμεν γὰρ ὅτι πλέον καὶ ἰσχυρότερον γίνεται καὶ καθ᾿ ἡλικίας μεταβολὴν καὶ κατὰ διάθεσιν σώματος. ...»

  13. Ἠθικὰ Νικομάχεια (Ethica Nicomachea) καὶ σὲ 92 σ. pdf doc epub
    «Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ· διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντ᾽ ἐφίεται. ...»

  14. Ἠθικὰ Εὐδήμεια (Ethica Eudemia) καὶ σὲ 40 σ. pdf doc epub
    «ὁ μὲν ἐν Δήλῳ παρὰ τῷ θεῷ τὴν αὑτοῦ γνώμην ἀποφηνάμενος συνέγραψεν ἐπὶ τὸ προπύλαιον τοῦ Λητῴου, διελὼν οὐχ ὑπάρχοντα πάντα τῷ αὐτῷ, τό τε ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ ἡδύ, ποιήσας κάλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν, ...»

  15. Μεγάλα ἠθικά (Magna moralia) καὶ σὲ 40 σ. pdf doc epub
    «Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἂν εἴη σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος. ὡς μὲν οὖν συντόμως εἰπεῖν, δόξειεν [ἂν] οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ...»

  16. Περὶ ἀρετῶν καὶ κακιῶν (De virtutibus et vitiis) καὶ σὲ 3 σ. pdf doc epub
    «Ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ᾿ αἰσχρῶν αἱ κακίαι. Ἐπαινετὰ δ᾿ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ᾿ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. ...»

  17. Πολιτικά (Politica) καὶ σὲ 110 σ. pdf doc epub
    «ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες), δῆλον ὡς πᾶσαι μὲν ἀγαθοῦ τινος στοχάζονται, μάλιστα δὲ καὶ τοῦ κυριωτάτου πάντων ἡ πασῶν κυριωτάτη καὶ πάσας περιέχουσα τὰς ἄλλας. ...»

  18. Οἰκονομικά (Œconomica) καὶ σὲ 14 σ. pdf doc epub
    «ἡ οἰκονομικὴ καὶ πολιτικὴ διαφέρει οὐ μόνον τοσοῦτον ὅσον οἰκία καὶ πόλις ταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενα, ἀλλὰ καὶ ὅτι ἡ μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, ἡ οἰκονομικὴ δὲ μοναρχία. ...»

  19. Ἀθηναίων πολιτεία καὶ σὲ 31 σ. pdf doc epub
    «Μύρωνος καθ᾿ ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἅγους, αὐτοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐπιμενίδης δ' ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν. ...»

  20. Φυσικά (Physica) καὶ σὲ 87 σ. pdf doc epub
    «Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς. ...»

    • Τὸ Βιβλίον Θ΄, τῶν Φυσικῶν (β΄ σύνταξις), (Physicorum libri octavi textus alter)
      «Ἅπαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι. εἰ μὲν οὖν ἐν αὑτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ᾿ ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ᾿ ἐν αὑτῷ, εἰλήφθω ἐφ᾿ οὗ τὸ ΑΒ, ὃ κινεῖται μὴ τῷ τῶν τούτου τι κινεῖσθαι. ...»

  21. Μηχανικὰ προβλήματα (Mechanica) καὶ σὲ 13 σ. pdf doc epub
    «Θαυμάζεται τῶν μὲν κατὰ φύσιν συμβαινόντων, ὅσων ἀγνοεῖται τὸ αἴτιον, τῶν δὲ παρὰ φύσιν, ὅσα γίνεται διὰ τέχνην πρὸς τὸ συμφέρον τοῖς ἀνθρώποις. ...»

  22. Περὶ γενέσεως καὶ φθορᾶς (De generatione et corruptione) καὶ σὲ 28 σ. pdf doc epub
    «Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γενομένων καὶ φθειρομένων, ὁμοίως κατὰ πάντων, τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν, ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, ...»

  23. Περὶ ἀτόμων γραμμῶν (De lineis insecabilibus) καὶ σὲ 6 σ. pdf doc epub
    «Ἆρά γ' εἰσὶν ἄτομοι γραμμαί, καὶ ὅλως ἐν ἅπασι τοῖς ποσοῖς ἐστί τι ἀμερές, ὥσπερ ἔνιοί φασιν; εἰ γὰρ ὁμοίως ὑπάρχει τό τε πολὺ καὶ τὸ μέγα καὶ τὰ ἀντικείμενα τούτοις, τό τε ὀλίγον καὶ τὸ μικρόν, ...»

  24. Μετεωρολογικά (Meteorologica) καὶ σὲ 52 σ. pdf doc epub
    «Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. ...»

  25. Περὶ οὐρανοῦ (De cælo) καὶ σὲ 55 σ. pdf doc epub
    «Ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη φαίνεται περί τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων οὖσα πάθη καὶ τὰς κινήσεις, ἔτι δὲ περὶ τὰς ἀρχάς, ὅσαι τῆς τοιαύτης οὐσίας εἰσίν· τῶν γὰρ φύσει συνεστώτων τὰ μέν ἐστι σώματα καὶ μεγέθη, τὰ δ' ἔχει σῶμα καὶ μέγεθος, τὰ δ' ἀρχαὶ τῶν ἐχόντων εἰσίν. ...»

  26. Ἀνέμων θέσεις καὶ προσηγορίαι (Ventorum situs et cognomina) καὶ σὲ 1 σ. pdf doc epub
    «Βοῤῥᾶς. οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὀρῶν διπλῶν παρ' ἄλληλα κειμένων, ἃ καλεῖται Παγρικά. ...»

  27. Προβλήματα (Problemata) καὶ σὲ 140 σ. pdf doc epub
    «Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις; ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος. ...»

    ● 28-36 Μικρὰ φυσικὰ (Parva naturallia)

  28. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν (De sensu et sensibili) καὶ σὲ 12 σ. pdf doc epub
    «Ἐπεὶ δὲ περὶ ψυχῆς καθ΄ αὑτὴν διώρισται πρότερον καὶ περὶ τῶν δυνάμεων ἑκάστης κατὰ μόριον αὐτῆς, ἐχόμενόν ἐστι ποιήσασθαι τὴν ἐπίσκεψιν περὶ τῶν ζῴων καὶ τῶν ζωὴν ἐχόντων ἁπάντων, τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν. ...»

  29. Περὶ μνήμης καὶ ἀναμνήσεων (De memoria et reminiscentia) καὶ σὲ 5 σ. pdf doc epub
    «Περὶ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίν’ αἰτίαν γίγνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι· ...»

  30. Περὶ ὕπνου καὶ ἐγρηγόρσεως (De somno et vigilia) καὶ σὲ 5 σ. pdf doc epub
    «Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον τίνα τε τυγχάνει ὄντα, καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά, καὶ εἰ κοινά, τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος, καὶ διὰ τίν΄ αἰτίαν ὑπάρχει τοῖς ζῴοις· ...»

  31. Περὶ ἐνυπνίων (De insomniis) καὶ σὲ 5 σ. pdf doc epub
    «Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίου ἐπιζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. ...»

  32. Περὶ καθ᾿ ὕπνον μαντικῆς (De divinatione per somnum) καὶ σὲ 3 σ. pdf doc epub
    «Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων, οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι. ...»

  33. Περὶ μακροβιότητος καὶ βραχυβιότητος (De longitudine et brevitate vitæ) καὶ σὲ 4 σ. pdf doc epub
    «Περὶ δὲ τοῦ τὰ μὲν εἶναι μακρόβια τῶν ζῴων τὰ δὲ βραχύβια, καὶ περὶ ζωῆς ὅλως μήκους καὶ βραχύτητος, ἐπισκεπτέον τὰς αἰτίας, ...»

  34. Περὶ νεότητος καὶ γήρως (De juventute et senectute) καὶ σὲ 4 σ. pdf doc epub
    «Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν· ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν· ...»

  35. Περὶ ζωῆς καὶ θανάτου (De vita et morte) καὶ σὲ 4 σ. pdf doc epub
    «καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν· ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν· ...»

  36. Περὶ ἀναπνοῆς (De respiratione) καὶ σὲ 11 σ. pdf doc epub
    «Περὶ γὰρ ἀναπνοῆς ὀλίγοι μέν τινες τῶν πρότερον φυσικῶν εἰρήκασιν· τίνος μέντοι χάριν ὑπάρχει τοῖς ζῴοις, οἱ μὲν οὐδὲν ἀπεφήναντο, οἱ δὲ εἰρήκασι μέν, οὐ καλῶς δ’ εἰρήκασιν ἀλλ’ ἀπειροτέρως τῶν συμβαινόντων. ...»

  37. Διαιρέσεις (Divisiones Aristoteleæ) καὶ σὲ 17 σ. pdf doc epub
    «τῶν ἀγαθῶν ἔστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· ...»

  38. Περὶ Ξενοφάνους, περὶ Ζήνωνος καὶ περὶ Γοργίου (De Xenophane, de Zenone, de Gorgia) καὶ σὲ 9 σ. pdf doc epub
    «Ἀΐδιον εἶναί φησιν εἴ τί ἐστιν, εἴπερ μὴ ἐνδέχεται γενέσθαι μηδὲν ἐκ μηδενός. Εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ πάντα ἀΐδι’ ἀμφοτέρως. Ἐξ οὐδενὸς γὰρ αὐτῶν ἂν γινόμενα. ...»

  39. Τῶν περὶ τὰ ζῷα ἱστοριῶν (Historia animalium) καὶ σὲ 176 σ. pdf doc epub
    «Τῶν ἐν τοῖς ζῴοις μορίων τὰ μέν ἐστιν ἀσύνθετα, ὅσα διαιρεῖται εἰς ὁμοιομερῆ, οἷον σάρκες εἰς σάρκας, τὰ δὲ σύνθετα, ὅσα εἰς ἀνομοιομερῆ, οἷον ἡ χεὶρ οὐκ εἰς χεῖρας διαιρεῖται οὐδὲ τὸ πρόσωπον εἰς πρόσωπα. ...»

  40. Περὶ ζῴων μορίων (De partibus animalium) καὶ σὲ 67 σ. pdf doc epub
    «Περὶ πᾶσαν θεωρίαν τε καὶ μέθοδον, ὁμοίως ταπεινοτέραν τε καὶ τιμιωτέραν, δύο φαίνονται τρόποι τῆς ἕξεως εἶναι, ὧν τὴν μὲν ἐπιστήμην τοῦ πράγματος καλῶς ἔχει προσαγορεύειν, τὴν δ' οἷον παιδείαν τινά. ...»

  41. Περὶ πορείας ζῴων (De incessu animalium) καὶ σὲ 11 σ. pdf doc epub
    «Περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κίνησιν τὴν κατὰ τόπον ἐπισκεπτέον διὰ τίνα αἰτίαν τοιοῦτόν ἐστιν ἕκαστον αὐτῶν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ...»

  42. Περὶ ζῴων κινήσεως (De motu animalium) καὶ σὲ 8 σ. pdf doc epub
    «Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν αὐτῶν περὶ ἕκαστον ὑπάρχει γένος, καὶ τίνες διαφοραί, καὶ τίνες αἰτίαι τῶν καθ᾿ ἕκαστον συμβεβηκότων αὐτοῖς, ...»

  43. Περὶ ζῴων γενέσεως (De generatione animalium) καὶ σὲ 77 σ. pdf doc epub
    «Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ’ ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, ...»

  44. Φυσιογνωμονικά (Physiognomonica) καὶ σὲ 11 σ. pdf doc epub
    «ὅτι αἱ διάνοιαι ἕπονται τοῖς σώμασι, καὶ οὐκ εἰσὶν αὐταὶ καθ᾿ ἑαυτὰς ἀπαθεῖς οὖσαι τῶν τοῦ σώματος κινήσεων. ...»

  45. Περὶ ἀκουστῶν (De audibilibus) καὶ σὲ 7 σ. pdf doc epub
    «Τὰς δὲ φωνὰς ἁπάσας συμβαίνει γίγνεσθαι καὶ τοὺς ψόφους ἢ τῶν σωμάτων ἢ τοῦ ἀέρος πρὸς τὰ σώματα προσπίπτοντος, οὐ τῷ τὸν ἀέρα σχηματίζεσθαι, καθάπερ οἴονταί τινες, ἀλλὰ τῷ κινεῖσθαι παραπλησίως αὐτὸν συστελλόμενον καὶ ἐκτεινόμενον καὶ καταλαμβανόμενον, ...»

  46. Περὶ θαυμασίων ἀκουσμάτων (Mirabilium auscultationes) καί σὲ 17 σ. pdf doc epub
    «Ἐν τῇ Παιονίᾳ φασὶν ἐν τῷ ὄρει τῷ Ἡσαίνῳ καλουμένῳ, ὃ τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν ὁρίζει, εἶναί τι θηρίον τὸ καλούμενον βόλινθον, ὑπὸ δὲ τῶν Παιόνων μόναιπον. ...»

  47. Περὶ χρωμάτων (De coloribus) καὶ σὲ 9 σ. pdf doc epub
    «Ἁπλᾶ τῶν χρωμάτων ἐστὶν ὅσα τοῖς στοιχείοις συνακολουθεῖ, οἷον πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καθ᾿ ἑαυτὰ τῇ φύσει λευκά, τὸ δὲ πῦρ καὶ ὁ ἥλιος ξανθά. ...»

  48. Ἐπιστολαί (Epistulæ) καὶ σὲ 2 σ. pdf doc epub
    «Φιλίππῳ. Οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες πρὸς εὐεργεσίαν τῶν ἀρχομένων οὐχ ὑπὸ τῆς τύχης ἀλλ' οὐδ' ὑπὸ τῆς φύσεως προηγμένοι τὰς ἀρχὰς ἐμπιστεύονται, ...»

  49. Προτρεπτικός πρὸς Θεμίσωνα (Protrepticus) καὶ σὲ 13 σ. pdf doc epub
    «Ἀριστοτέλους Προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι· πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. ...»

  50. Περὶ κόσμου (De mundo) καὶ σὲ 12 σ. pdf doc epub
    «Πολλάκις μὲν ἔμοιγε θεῖόν τι καὶ δαιμόνιον ὄντως χρῆμα, ὦ Ἀλέξανδρε, ἡ φιλοσοφία ἔδοξεν εἶναι, μάλιστα δὲ ἐν οἷς μόνη διαραμένη πρὸς τὴν τῶν ὄντων θέαν ἐσπούδασε γνῶναι τὴν ἐν αὐτοῖς ἀλήθειαν, ...»

  51. Πρὸς Ἑρμείαν, ὕμνος εἰς τὴν ἀρετήν καὶ σὲ 1 σ. pdf doc epub
    «Ἀρετά, πολύμοχθε γένει βροτείῳ,
    θήραμα κάλλιστον βίῳ, ...»

Ἀποσπάσματα Μαρτυρίαι Ἀναφοραί

καὶ σὲ 151 σ. pdf doc epub
Περιεχόμενα ἀποσπασμάτων

  1. Διάλογοι
  2. Περὶ φιλοσοφίας
  3. Περὶ τ᾿ ἀγαθοῦ
  4. Μαγικός
  5. Εὔδημος ἢ περὶ ψυχῆς
  6. Περὶ εὐχῆς
  7. Προτρεπτικός
  8. Περὶ παιδείας
  9. Νήρινθος
  10. Σοφιστής
  11. Περὶ ῥητορικῆς ἢ Γρῦλος
  12. Περὶ ποιητῶν
  13. Περὶ πολιτικοῦ
  14. Περὶ δικαιοσύνης
  15. Περὶ εὐγενείας
  16. Ἐρωτικός
  17. Συμπόσιον ἢ περὶ μέθης
  18. Περὶ προβλημάτων
  19. Λογικά
  20. Ὑπομνήματα λογικά
  21. Κατηγορίαι
  22. Περὶ ἐναντίων, περὶ ἀντικειμένων
  23. Τέχνης τῆς Θεοδέκτου συναγωγή
  24. Τεχνῶν συναγωγή
  25. Ὁμηρικὰ ζητήματα
  26. Τὰ ἐκ τῆς Πολιτείας Πλάτωνος
  27. Νόμος συσσιτικός
  28. Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός
  29. Περὶ ἰδεῶν
  30. Περὶ τῶν πυθαγορείων
  31. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας
  32. Περὶ Δημοκρίτου
  33. Προβλήματα φυσικά
  34. Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως
  35. Περὶ τῆς ἡρακλείας λίθου
  36. Περὶ σημείων
  37. Περὶ μετάλλων
  38. Περὶ φυτῶν (γεωργικά)
  39. Ζωικά
  40. Περὶ ἰχθύων
  41. Περὶ μαλακίων
  42. Περὶ ὀστρακοδέρμων
  43. Περὶ ὀρνίθων.ἤ περὶ τῶν πτητικῶν
  44. Περὶ ἐντόμων
  45. Ἐκλογὴ ἀνατομῶν
  46. Περὶ ζῴων
  47. Ἰατρικά
  48. Ὀπτικά
  49. Ἱστορικά
  50. Πολιτείαι
  51. Ἀθηναίων πολιτεία α'
  52. Αἰγινητῶν πολιτεία
  53. Αἰτωλῶν πολιτεία
  54. Ἀκαρνάνων πολιτεία
  55. Ἀκραγαντίνων πολιτεία
  56. Ἀμβρακιωτῶν πολιτεία
  57. Ἀντανδρίων πολιτεία
  58. Ἀργείων πολιτεία
  59. Ἀρκάδων πολιτεία
  60. Ἀτραμυτηνῶν πολιτεία
  61. Ἀχαιῶν πολιτεία
  62. Βοττιαίων πολιτεία
  63. Γελῴων πολιτεία
  64. Δελφῶν πολιτεία
  65. Δηλίων πολιτεία
  66. Ἐπιδαυρίων πολιτεία
  67. Ἠλείων πολιτεία
  68. Ἠπειρωτῶν πολιτεία
  69. Θετταλῶν πολιτεία
  70. Θηβαίων πολιτεία
  71. Ἰασέων πολιτεία
  72. Ἰθακησίων πολιτεία
  73. Κεφαλλῆνες πολιτεία
  74. Ἱμεραίων πολιτεία
  75. Κείων πολιτεία
  76. Κερκυραίων πολιτεία
  77. Κιανῶν πολιτεία
  78. Κολοφωνίων πολιτεία
  79. Κορινθίων πολιτεία
  80. Κρητῶν πολιτεία
  81. Κροτωνιατῶν πολιτεία
  82. Κυθηρίων πολιτεία
  83. Κυθνίων πολιτεία
  84. Κυμαίων πολιτεία
  85. Κυπρίων πολιτεία
  86. Κυρηναίων πολιτεία
  87. Λακεδαιμονίων πολιτεία
  88. Λευκαδίων πολιτεία
  89. Λοκρῶν πολιτεία
  90. Λυκίων πολιτεία
  91. Μασσαλιωτῶν πολιτεία
  92. Μεγαρέων πολιτεία
  93. Μεθωναίων πολιτεία
  94. Μηλιέων πολιτεία
  95. Μηλίων πολιτεία
  96. Μιλησίων πολιτεία
  97. Ναξίων πολιτεία
  98. Νεοπολιτῶν πολιτεία
  99. Ὀπουντίων πολιτεία
  100. Ὀρχομενίων πολιτεία
  101. Παρίων πολιτεία
  102. Πελληνέων πολιτεία
  103. Ῥηγίνων πολιτεία
  104. Ῥοδίων πολιτεία
  105. Σαμίων πολιτεία
  106. Σαμοθρᾴκων πολιτεία
  107. Σικυωνίων πολιτεία
  108. Σινωπέων πολιτεία
  109. Σολέων πολιτεία
  110. Συβαριτῶν πολιτεία
  111. Συρακοσίων πολιτεία
  112. Ταραντίνων πολιτεία
  113. Τεγεατῶν πολιτεία
  114. Τενεδίων πολιτεία
  115. Τηνίων πολιτεία
  116. Τροιζηνίων πολιτεία
  117. Φωκαιέων πολιτεία
  118. Χαλκηδονίων πολιτεία
  119. Χαλκιδέων πολιτεία
  120. Νόμιμα
  121. Ἐκ τῶν Ἡρακλείδου περὶ πολιτείας Ἀθηναίων
  122. Δικαιώματα
  123. Πυθιονῖκαι
  124. Διδασκαλίαι
  125. Ὑπομνήματα ἱστορικά
  126. Πέπλος
  127. Πέπλος (Θεοφράστου)
        –  Ποῦ ἕκαστος τῶν Ἑλλήνων τέθαπται καὶ τί ἐπιγέγραπται ἐπὶ τῷ τάφῳ
  128. Ἀπολογία ἀσεβείας πρὸς Εὐρυμέδοντα
  129. Περὶ βασιλείας
  130. Ἐγκώμιον Ἀλεξάνδρου
  131. Ἐγκώμιον Πλάτωνος
  132. Ἐπιστολαί
  133. Ἐπιστολαὶ πρὸς Φίλιππον
  134. Ἐπιστολαὶ πρὸς Ἀλέξανδρον
  135. Ἐπιστολαὶ πρὸς Ἀντίπατρον
  136. Ὕμνοι